Ancient Greek
Stud.Pal. 22 102 Vo
Documentary Papyri, Stud.Pal. 22 102v
Not analysed yet
ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ, Ἐπεὶφ κδ. διέγραψε διὰ Ὥρου καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ὧρος Πακύσεως τοῦ Στοτοήτιος μητρὸς Θασῆτος ὑπὲρ χωματικῶν τοῦ διεληλυθότος κδ ἔτους ῥυπαρὰς δραχμὰς ἑπτὰ τετρώβολον χαλκοῦς 2, γίνονται δραχμαὶ ζ τετρώβολον χαλκοῖ 2. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ, Ἐπεὶφ κδ. διέγραψε διὰ Ὥρου καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Παβοῦς Παβοῦτος Ταεριέως ὑπὲρ χωματικῶν τοῦ διεληλυθότος κδ ἔτους ῥυπαρὰς δραχμὰς ἑπτὰ τετρώβολον χαλκοῦς 2 γίνονται δραχμαὶ ζ τετρώβολον χαλκοῖ 2.