Ancient Greek
Stud.Pal. 22 118
Documentary Papyri, Stud.Pal. 22 118
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ, Ἐπεὶφ κ. Ἡρακλείδης καὶ μέτοχοι σιτολόγοι Σοκνοπαίου Νήσου μεμετρήμεθα ἀπὸ γενήματος τοῦ αὐτοῦ ιθ ἔτους πυροῦ μετρῷ δημοσίῳ ξυστῷ ἔπαιτον Σοκνοπαίου Νήσου αἰγιαλοῦ Ὀρσενούπιος Αὐνείους διὰ Πακύσιος τοῦ Πακύσιος τεσσαράκοντα πέντε, γίνονται πυροῦ ἀρτάβαι με καὶ διὰ Στοτοήτιος Σοκνοπαίου δημοσίου εἴκοσι δύο δίμοιρον, γίνονται πυροῦ ἀρτάβαι κβ 𐅷,γίνονται πυροῦ ἀρτάβαι ξζ 𐅷. Ἡρακλείδης μεμέτρημαι πυροῦ ἀρτάβας ἑξήκοντα ἑπτὰ δίμοιρον, γίνονται πυροῦ ἀρτάβαι ξζ 𐅷. Διόδωρος σεσημείωμαι πυροῦ ἀρτάβας ἑξήκοντα ἑπτὰ δίμοιρον γίνονται πυροῦ ἀρτάβαι ξζ 𐅷.