Ancient Greek
Stud.Pal. 22 120
Documentary Papyri, Stud.Pal. 22 120
Not analysed yet
ἔτους β Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Φαρμοῦθι …ϛ. διέγραψαν διὰ Στοτοήτιος καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου Σωτᾶς Πτολεμαίου καὶ οἱ λοιποὶ πρεσβύτεροι τῆς αὐτῆς κώμης φόρου οὐσιακοῦ ὑπὲρ τοῦ αὐτοῦ ἔτους δραχμὰς ἑκατὸν εἴκοσι ὀκτώ, γίνονται δραχμαὶ ρκη. γ ἔτους Μεχεὶρ λ ὁμοίως ἄλλας δραχμὰς τριάκοντα ἕξ, γίνονται δραχμαὶ λϛ.