Ancient Greek
Stud.Pal. 22 158
Documentary Papyri, Stud.Pal. 22 158
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ιβ. ἐμετρήθησαν Τρύφωνι καὶ μετόχοις σιτολόγοις Ἡρακλείας μέτρῳ δημοσίῳ ξυστῷ γενήματος τοῦ αὐτοῦ ἔτους Στοτοῆτις Πακύσεως κατοίκων Φιλοπάτορος Ἀπιάδος πυροῦ μία ἕκτον τετρακαιεικοστόν, γίνεται πυροῦ ἀρτάβη α ϛ κδ καὶ τὰ προσδιαγραφόμενα. Σωτᾶς Πάπου μεμέτρημαι καθὼς πρόκιται.