Ancient Greek
Stud.Pal. 22 160
Documentary Papyri, Stud.Pal. 22 160
Not analysed yet
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς. εἴργασται ὑπὲρ χωματικῶν τοῦ αὐτοῦ κβ ἔτει Ἐπὶφ λ ἕως Μεσορὴ δ ἐν τῇ Ἐπαγαθιανῇ Σοκνοπαίου Στοτοῆτις Ἀπύγχεως ὑπὲρ Μενελάου ἀπάτορος μητρὸς Τρυφᾶς. Διόσκορος σεσημείωμαι.