Ancient Greek
Stud.Pal. 22 175
Documentary Papyri, Stud.Pal. 22 175
Not analysed yet
Μεχεὶρ κ Ἀπολλωνίῳ γεγυμνασιαρχηκότι καὶ Νικολάῳ βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοΐτου παρὰ Στοτοήτιοςπρεσβυτέρας τῆς Στοτοήτιος τοῦ Ὥρου τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτιος τοῦ Νεστνήφιος. ἀπὸ ὧν ἀπεγραψάμην διὰ Ἀμμωνίου καὶ Σαραπίωνος τῷ ζ ἔτει Νέρωνος προσαπογράφομαι ὃ ἐκτησάμην ἐν τῇ αὐτῇ κώμηι ἥμισυ μέρος οἰκίας τιμῆς ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα παρὰ Ἐριέως τοῦ Ὀννώφριος τοῦ Ἁρπαγάθου ἱερέως ἀπὸ τῆς αὐτῆς κώμης. διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν. κατακεχώρισται ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Μεχεὶρ κ.