Ancient Greek
Stud.Pal. 22 177
Documentary Papyri, Stud.Pal. 22 177
Not analysed yet
Διαδουμένωι οἰκονόμῳ Δομιτίου κατόχου παρὰ Ὥρου τοῦ Πανεφρέμμεως τοῦ Ἀπύγχεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη δύο καὶ μῆνας ἑπτὰ ἀπὸ τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος πρώτου καὶ εἰκοστοῦ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐν ἐποικίωι Λευκοπύργου λεγομένωι περὶ κώμην Σοκνοπαίου Νῆσον ἐλαιουργεῖον ἓν σὺν πάσῃ ἐπισκευῇ καὶ μηχάναις καὶ ὀργάνωι καὶ ἄξοσι καὶ τριβεῦσι καὶ τοῖς τούτου χρηστηρίοις πᾶσι φόρου τοῦ παντὸς τῆς μὲν τοῦ ἐνεστῶτος ἔτους ἑπταμήνου ἀργυρίου δραχμῶν ἑκατόν ,τῶν δὲ ἑξῆς ἐτῶν δύο κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων τῆς προσδεηθείσης ἐπισκευῆς τῶν μηχανῶν καὶ τοῦ ὀργάνου ἀντὶ τῶν ἀποτριβησομένων ἢ καταχθησομένων τριβέων ἢ καὶ ἀξόνων οὔσης πρὸς τὸν κυριακὸν λόγον τῆς τῶν ξύλων χορηγήσεως τῶν τε τεκτονικῶν μισθῶν ὄντων πρὸς ἐμὲ τὸν Ὧρον τοῦ καλουμένου τελέσματος διπλώματος ὄνων ὄντος πρὸς ἐμὲ τὸν Ὧρον ἐφʼ ὧι οὐχ ἕξω πρὸς τὸ τοῦ κοτυλισμοῦ τέλεσμα. οὐκ ἐξέσται δὲ οὐδενὶ ἄλλωι κοτυλίζειν ἐν τῶι ἐποικίωι εἰ μὴ ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ μόνωι καὶ τὸν φόρον ἀποδώσω εἰς μὲν τοὺς συνεχεῖς μῆνας μηνὶ Θὼθ, τῆς δὲ λοιπῆς διετίας κατ …ἕκαστον τὸ αἱροῦν ἐξ ἴσου καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ μὲν ἐλαιουργεῖον σὺν ταῖς θυραῖς καὶ κλεισί, τὰς δὲ μηχανὰς καὶ ὄργανον οἷα ἐὰν ἐγβῇ ἐκ τῆς τριψεως ἐὰν φαίνηται μεταχωρῆσαι κα… ῥαφανίνου …χο κικι… καὶ τοῦ κοτυλισμοῦ ὄντος πρὸς τοὺς μισθωτὰς επ…αλλο τῷ νομάρχῃ …