Ancient Greek
Stud.Pal. 22 18
Documentary Papyri, Stud.Pal. 22 18
Not analysed yet
Ὀρσενούφι καὶ τοῖς λοιποῖς πρεσβυτέροις διαδεχομένοις τὴν κωμογραμματείαν Σοκνοπαίου Νήσου παρὰ Ἁρπαγάθου Ἐριέως τοῦ Ἁρπαγάθου μητρὸς Ταφιώμιος ἱερέως ε φυλῆς θεοῦ Σοκνοπαίου ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι τὸν γεννηθέντα μοι μετὰ τὴν τοῦ θ ἔτους ἀπογραφὴν ἐκ τῆς συνούσης μοι γυναικὸς Τανεφρέμμιος τῆς Πακύσιος ἱερείας τοῦ αὐτοῦ θεοῦ υἱὸν Πακῦσιν ὄντα εἰς τὸ ἐνεστὸς ιβ ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἐτῶν β. διὸ ἐπιδίδωμι. Ὀρσενοῦφις καὶ οἱ λοιποὶ πρεσβύτεροι διὰ Τούρβωνος …ἀπέσχομεν τούτου τὸ ἴσον …ἔτους ιβ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι ιθ