Ancient Greek
183.1.1 to 183.3.58
Documentary Papyri, Stud.Pal. 22 183.1.1-183.3.58
Not analysed yet
τῶν κατʼ εὐσέβειαν διδομένων ἀπὸ …πυροῦ ἀρτάβαι λ ἐν Γυναικῶν Νήσῳ λεγομένῃ πυροῦ ἀρτάβαι λ γίνονται πυροῦ ἀρτάβαι Ακε 𐅵παρὰ τῶν κατʼ εὐσέβειαν διδόντων ἀπὸ …ἐλαίου μετρηταὶ ϛ παρὰ τῶν κατʼ εὐσέβειαν διδόντων ἀπὸ …ἐλαίου μετρηταὶ ιε γίνονται μετρηταὶ κα …τῶν κατʼ εὐσέβειαν διδόντων ἀπὸ …μ …ὑπὲρ τ…ω…ενω …ιν δι…μεν δραχμαὶ ……ὑπὲρ ἐπιστατικοῦ ἱερέων δραχμαὶ …ὑπὲρ …Σοκνοπαίου Νήσου δραχμαὶ ξη γίνονται δραχμαὶ …ἡμιωβέλιον …κωμογραμματείᾳ τῆς κώμης Σοκνοπαίου Νήσου …ι δραχμαὶ ϙε …προσδιαγραφομένων δραχμαὶ ϛ ὀβολὸς γίνονται δραχμαὶ ρα ὀβολὸς ὑπὲρ τέλους θυϊῶν ἐλαιουργίου θεοῦ Σοκνοπαίου Σοκνοπαίου Νήσου δραχμαὶ ρμβ διώβολον προσδιαγραφομένων δραχμαὶ θ ἡμιωβέλιον γίνονται δραχμαὶ ρνα ὀβολοὶ γ 𐅵ὑποκειμένου ἐπιστρατηγίᾳ τῆς κώμης δραχμαὶ οβ ὀβολοὶ β 𐅵χαλκοῖ β ὑπὲρ ζυγοστασίου δραχμαὶ κδ ὑπὲρ ταριχευτο δραχμαὶ ιϛ ὑπὲρ λαχανοπωλῶν δραχμαὶ ιβ ὑπὲρ γναφέων δραχμαὶ ιϛ γίνονται δραχμαὶ ξη προσδιαγραφομένων δραχμαὶ δ ὀβολοὶ β 𐅵χαλκοῖ β γίνονται δραχμαὶ οβ ὀβολοὶ β 𐅵χαλκοῖ β ὑπὲρ γναφέων Νειλουπόλεως δραχμαὶ σμ προσδιαγραφομένων δραχμαὶ ιε ὀβολοὶ ε 𐅵γίνονται ὑπὲρ ὑποκειμένου ἐπιστρατηγίᾳ δραχμαὶ τκη διώβολον χαλκοῖ β γίνονται εἰς διοικήσεως τάλαντον α δραχμαὶ φνε ὀβολοὶ δ 𐅵καὶ εἰς ἴδιον λόγον ὑπὲρ σηκωμάτων …ἐπικαλουμένων βωμῶν δύο κώμης Νειλουπόλεως, ἑνὸς μὲν Εἴσιδος Νεφερσῆτος, ἑτέρου δὲ Εἴσιδος Νεφρέμμιδος θεᾶς μεγίστης δραχμαὶ Βρ προσδιαγραφομένων δραχμαὶ ρλα ὀβολοὶ δ 𐅵γίνονται δραχμαὶ Βσλα ὀβολοὶ δ 𐅵καὶ εἰς τὸν τῆς νομαρχίας λόγον ὑπὲρ ἀποτάκτου τῶν ἐναποσημαινομένων ἁλιευτικῶν πλοίων δραχμαὶ χκε ὀβολὸς α 𐅵ὑπὲρ δεκανικοῦ τῶν προκειμένων πλοίων δραχμαὶ ξ γίνονται δραχμαὶ χπε ὀβολὸς α 𐅵ὑπὲρ ζυτηρᾶς Σοκνοπαίου Νήσου δραχμαὶ σκ γίνεται εἰς τὸν τῆς νομαρχίας λόγον δραχμαὶ ϡε ὀβολὸς α 𐅵ὑπερτελοῦνται ὑφʼ ἡμῶν κατʼ ἔτος τῷ προφήτῃ Σούχου θεοῦ μεγάλου μεγάλου δραχμαὶ τμδ ἡμιωβέλιον καὶ δαπανῶνται ὑπὲρ …ε…μενων ἡμῖν βυσσίνου στολισμάτων τριῶν τῶν ὄντων Ἁθὺρ ζ δραχμαὶ ρ Φαμενὼθ θ δραχμαὶ ρ Ἐπεὶφ κϛ δραχμαὶ ρ καὶ εἰς τιμὴν μύρου καὶ ζμύρνης τῶν αὐτῶν θεῶν δραχμαὶ ξ καὶ εἰς τιμὴν ἀρωμάτων κατασκευῆς κύφεως Ἁρποκράτου θεοῦ δραχμαὶ ϙϛ καὶ εἰς τιμὴν θυμιαμάτων καὶ ἄλλων εἰς θυσίας γενεσίων τῶν θεῶν Σεβαστῶν δραχμαὶ μ καὶ εἰς τιμὴν ἀρωμάτων κατασκευῆς ἑτέρου κύφεως Σοκνοπαίου θεοῦ δραχμαὶ φ γίνονται δαπανημάτων δραχμαὶ Ατμ γίνονται τὰ πάντα ἀργυρίου τάλαντον α δραχμαὶ …γ… ἡμιωβέλιον καὶ σιτικῶν δαπανῶνται ὁμοίως