Ancient Greek
183.5.104 to 183.7.148
Documentary Papyri, Stud.Pal. 22 183.5.104-183.7.148
Not analysed yet
συν…σταμεν… εἰς συνχρισμὸν ἱερεῦσι τῆς πενταφυλίας ταῖς κωμασίαις τῶν προκιμένων θεῶν ἐλαίου μετρηταὶ ἕξ καὶ ἐν οἴνῳ δαπανῶνται κατʼ ἔτος εἰς μὲν ῥέανσιν ἀδύτου θεοῦ Σοκνοπαίου κατὰ μῆνα οἴνου κεράμια τρία γίνονται ἐπὶ τὸ πᾶν οἴνου κεράμια λϛ καὶ κατʼ ἐξαίρετον ταῖς ὑπογεγραμμέναις ἡμέραις Ἁδριανῷ κϛ Σαραπίοις οἴνου κεράμιον α Τῦβι ιϛ Ἁρποκρατίοις οἴνου κεράμιον α στολισμοῖς τῶν θεῶν Ἁθὺρ ζ κεράμιον α Φαμενὼθ θ κεράμιον α Ἐπεὶφ κϛ κεράμιον α καὶ ὁμοίως ἐν Νήσῳ Γυναικῶν λεγομένῃ οἴνου κεράμιον α γίνεται κεράμια κζ καὶ περιεγένετο ἡμῖν …φορ…ωμ… στολισμάτων τριῶν καὶ ὑ…α…αγο …γυ ……ριου…νω… ὑπόκειται ἡμῖν κατʼ ἔτος ……κ…α… χρόνων …ε…νθα… ἔκ τε ἰδίου τεταγμένου …φόρος σηκωμάτων ἐπικαλουμένων βωμῶν δύο ὄντων ἐν κώμῃ Νειλουπόλει, ἑνὸς μὲν Ἴσιδος Νεφερσῆτος θεᾶς δραχμαὶ φ ἐξ ὧν περιεγένετο …μα δραχμαὶ ϙ, ἑτέρου δὲ Ἴσιδος Νεφρέμμιδος θεᾶς δραχμαὶ υ ἐξ ὧν τῷ πρώτῳ ἔτει οὐδὲν περιεγένετο σιτικὰς δὲ παρὰ γεωργῶν …παρὰ δὲ γεωργῶν κώμης …πυροῦ ἀρτάβαι …Τεσενοῦφις …ις …Στοτοῆτις …ἐτῶν ξ οὐλὴ μετώπῳ Στοτοῆτις …ἐτῶν κη οὐλὴ …Στοτοῆτις Στοτοήτιος ἐτῶν μζ οὐλὴ …Σαταβοῦς …ἐτῶν ν οὐλὴ ποδὶ ἀριστερῷ ἐπιδεδώκαμεν. Μάρων νο …ἔγραψα ὑπὲρ αὐτῶν φαμένων μὴ εἰδέναι γράμματα. ἔτους α Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ …