Ancient Greek
Stud.Pal. 22 23
Documentary Papyri, Stud.Pal. 22 23
Not analysed yet
Πτολ σεσημείωμαι …ἔτους Δομιτιανοῦ Φαῶφι ε Σωκράτῃ γεγυμνασιαρχηκότι καὶ Ἀντιπάτρῳ βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου παρὰ Στοτοήτιος τῆς Στοτοήτιος τοῦ Μεσοήριος τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος μετὰ κυρίου τοῦ συνγενοῦς Ὥρου Ἁρπαγάθου. ἀπογράφομαι εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἣν ἔσχον κατὰ παράθεσιν ἐν τῇ αὐτῇ κώμῃ οἰκίαν καὶ αὐλὴν ἐπʼ ἐνιαυτὸν ἕνα πρὸς ἀργυρίου δραχμὰς τριακοσίας εἴκοσι παρὰ Τανεφρέμμιος τῆς Πανεφρέμμιος τοῦ Τεσενούφιος ἀπὸ τῆς αὐτῆς κώμης μετὰ κυρίου τοῦ ἀνδρὸς Ερ… τοῦ Ψεναμούνιος. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Σωκράτης …κατεχώρισα ἔτους …τοῦ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαῶφι ε.