Ancient Greek
Stud.Pal. 22 30
Documentary Papyri, Stud.Pal. 22 30
Not analysed yet
Πνεφερῶς Ἀραμέως ἀπὸ κώμης Φιλοπάτορος τῆς καὶ Θεογένους Πακύσι Ὥρου τοῦ Τεσενούφεως χαίρειν. πέπρακά σοι κάμηλον θήλειαν τελείαν πυρρὰν κεχαραγμένην ἐπὶ τοῦ δεξιοῦ μηροῦ θῆτα εἶ καὶ ἐπὶ τῇ δεξιᾷ σιαγόνι χαρακτῆρα σύνθετον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας εἴκοσι καὶ βεβαιώσω σοι τὴν προκειμένην κάμηλον πάσῃ βεβαιώσει καὶ ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου. Πνεφερῶς ὁ προγραμμένος ἔγραψα. ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι κε.