Ancient Greek
Stud.Pal. 22 33
Documentary Papyri, Stud.Pal. 22 33
Not analysed yet
Λυκαρίων Ψονθουῶνσι τῷ πατρὶ χαίρειν. ὡς πότε ἐπὶ ξένης μενεῖς; οὔπω θέλεις τοὺς παρὰ σοῦ ἰδεῖν οὐδὲ τὰ τέκνα τοῦ υἱοῦ σου. γίνωσκε δὲ πάτερ ὅτι πολλὴ θνῆσις γέγονεν ἐνθάδε ἐπʼ ἐφέτους καὶ οἱ πλείονες τῶν παρʼ ἡμῶν ἀνεχώρησαν …α δὲ τοὺς …οὐδὲν ἔχω …παρακαλῶ …γενναίως …γενοῦ …ἀπόδος Ψονθουῶνσι ἀπὸ Λυκαρίωνος