Ancient Greek
Stud.Pal. 22 4
Documentary Papyri, Stud.Pal. 22 4
Not analysed yet
……τηι …θι …νχρ …υδρ ……ς Ἡρακλείδῃ Ἀνουβίωνος τραπεζίτῃ χαίρειν. χρημάτισον κατὰ διαγραφὴν …παραγήωχά σοι ἐπὶ τῆς ἐνεστώσης ἡμέρας Ἰοῦστος Ψενανοῦς μητρὸς Η… …ς τῶν ἀπὸ Σκηνῶν Ἀράβων Ταιηα τῆς Ἀραβίας τοῦ Μεμφείτου τιμὴν οἴνου γλεύκους μονίμου γενήματος τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κεραμίων τεσσαράκοντα ἀπὸ γενήματος Ανου…ου Τυκχχι ὃ ἔχει ἐν μισθώσει παρʼ Αβ…ιαιμου Ἀβγαρου περὶ κώμην Πῶι τῆς αὐτῆς Ἀραβίας μέτρῳ τῆς αὐτῆς …κώμης …Ἁρποχρατίων …Μεμφείτης ἱματιοπώλης Ἡρακλείδῃ Ἀνουβίωνος τραπεζίτῃ χαίρειν. χρημάτισον κατὰ διαγραφὴν …παραγήωχά σοι ἐπὶ τῆς ἐνεστώσης ἡμέρας Ἑρμαίῳ …μων Αὐξισπορίῳ τῷ καὶ Ἀλθαιεῖ μετʼ ἐγγύου Ταυ… Ἡρακλίῳ ὡς ἐτῶν λη τῶν ἐν Μεμφείτῃ ἱματιοπωλῶν εἰς ἔκτισιν χρῆσιν ἔντοκον δραχμῆς καὶ ἡμιωβελίου τῆς μνᾶς κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι δραχμὰς φκ ἃς καὶ ἀποδώσει ἐν μησὶ τέσσαρσι ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἀνυπερθέτως …εἰ δὲ μή, ἐκτίσει σὺν ἡμιολίᾳ καὶ τόκοις παραχρῆμα …τὰς προκιμένας τῆς χρήσεως ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι μὴ ἐλαττουμένου μου περὶ ὧν ὀφείλει μοι ὁ Ταυ…ος …