Ancient Greek
Stud.Pal. 22 40
Documentary Papyri, Stud.Pal. 22 40
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κγ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐξέδοτο Σεγᾶθις Σαταβοῦτος τοῦ Τεσιήους ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν ξ οὐλὴ ὑπὲρ τοῦ στόματος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Στοτοήτεως τοῦ Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν μ οὐλὴ χειρὶ ἀριστερᾷ Παυσίρει Πανέμμεως γερδίῳ ὡς ἐτῶν …οὐλὴ χειρὶ ἀριστερᾷ τὴν ἑαυτῆς παιδίσκην δούλην ἧς ὄνομα Ταορσενοῦφις μαθεῖν γερδιακὴν τέχνην ἐπὶ ἐνιαυτὸν ἕνα καὶ μῆνας δύο καὶ ἔτι ἀπὸ νεομηνίας τοῦ Ἁθὺρ μηνὸς τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου τρεφομένης καὶ ἱματιζομένης τῆς παιδίσκης ὑπὸ τοῦ Παυσίρεως ἔτι δὲ καὶ τῶν δημοσίων αὐτῆς πάντων τῆς τέχνης ὄντων πρὸς τὸν Παυσῖριν οὐ γεινομένη ἀφημερος οὐδὲ ἀπόκοιτος ἀπὸ τῆς τοῦ Παυσίρεως οἰκίας ἄνευ γε τῆς ἑαυτοῦ γνώμης· ὧν δὲ ἡμερῶν ἐὰν ἀργήσῃ διʼ αἰτίαν τῆς δεσποίνης ἢ ἀσθενησῃ ἢ ἀτακτῇ ἐπὶ τῷ τὰς ἴσας μετὰ τὸν χρόνον ἀντιπαραμένειν καὶ μετὰ τὸν χρόνον παραστησάτω τὴν παιδίσκην δεδιδαγμένην τὴν τέχνην καθάπερ αὐτὸς ἐπίσταται ἐὰν δὲ μὴ παραστήσῃ δώσει ἴσας τῶν ἐπιτίμου ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἐὰν δὲ καὶ ἡ δεσπότις ἀποσπάσῃ τὴν παιδίσκην ἐντὸς τοῦ χρόνου δώσει καὶ αὐτὴ τὸ ἴσον ἐπίτιμον. ὑπογράφει Σαταβοῦς Ἀβοῦτος ὡς ἐτῶν λ οὐλὴ μετώπῳ καὶ στόματι καὶ μεσοφρύω …Παυσῖρις Πανεφρέμιος ὁμολογῶ ἐκδέχεσθαι παιδίσκην μαθεῖν τέχνην ἐπὶ τὸν προκείμενον χρόνον καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. Σαταβοῦς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Σεγᾶθις Σαταβοῦτος μετὰ κυρίου τοῦ υἱοῦ Στοτοῆτις τοῦ Στοτοήτεως ἐκδέδωκα τὴν παιδίσκην μαθεῖν τὴν γερδιακὴν τέχνην ἐπὶ τὸν προκίμενον χρόνον καὶ ἕκαστον ποιήσω καθὼς πρόκιται. Πακῦσις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων μὴ εἰδότων γράμματα.