Ancient Greek
Stud.Pal. 22 42
Documentary Papyri, Stud.Pal. 22 42
Not analysed yet
ἔτους πέμπτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Βρεττανικοῦ Μεγίστου Μεσορὴ ιε ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πακῦσις Σαταβοῦτος τοῦ Ἀγχώφεως μητρὸς Στοτοήτεως τῆς Νεστνήφεως ἱερεὺς τρίτης φυλῆς Σοκνοπαίου μεγάλου μεγάλου ὡς ἐτῶν κε λευκὸς ὀφθαλμὸν ἀριστερὸν Πανεφρέμμι Στοτοήτεως τρίτου Στοτοήτεως ἱερεῖ α φυλῆς τῶν αὐτῶν θεῶν ὡς ἐτῶν μ οὐλὴ ἀντίχειρι ἀριστερῷ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἀργυρίου δραχμὰς τετρακοσίας ἀρραβῶνα ἀναπόρριφον ἀπὸ τῆς συνπεφωνημένης τιμῆς ἀργυρίου δραχμῶν …κοσίων ἑξήκοντα τοῦ ὑπάρχοντος αὐτῷ τρίτου μέρους τοῦ δεκάτου μέρους …ης ……η τὴν ἀποκεκλημένην τιμήν