Ancient Greek
Stud.Pal. 22 46
Documentary Papyri, Stud.Pal. 22 46
Not analysed yet
……φεθ… καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ γραφείου Σοκνοπαίου Νήσου τῷ ιη ἔτει θεοῦ Τραϊανοῦ μηνὶ Μεσορεὶ κβ καὶ μηδὲν τὴν ὁμολογοῦσαν ἐνκαλεῖν τῷ Στοτοήτει πρεσβυτέρῳ περὶ τῶν προκειμένων δραχμῶν διακοσίων . ἡ ὁμολογία κυρία ἔστω. Ταφιῶμις Ἀγχώφεως πρεσβυτέρου μετὰ κυρίου τοῦ ἀνδρος Στοτοήτιος δευτέρου Στοτοήτιος ἀπέχω παρὰ τοῦ Στοτοήτιος τὰς δραχμὰς διακοσίας καὶ οὐδὲν αὐτῷ ἐνκαλῶ περὶ τούτων καθὼς πρόκιται. Στοτοῆτις ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.