Ancient Greek
Stud.Pal. 22 53
Documentary Papyri, Stud.Pal. 22 53
Not analysed yet
ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ι. Πετεοσορᾶπις Ἀριμούθου καὶ ἡ μήτηρ Τααθρῆς Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου Τεσενούφιος ἀνειλόμεθα ἐπʼ ἀλληλεγγύῃ τὰς τῆς χρήσεως ἀργυρίου δραχμὰς τετρακοσίας εἴκοσι γίνονται δραχμαὶ υκ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα καὶ ἀποδώσομεν χωρὶς ὧν ὀφείλει ὁ Πετεοσορᾶπις ὡς πρόκειται. Ἀσκληπιὼς Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Ἥρων Ἀσκληπιοῦ μαρτυρῶ. Ἀρτεμίδωρος Πετ μαρτυρῶ ὡς πρόκειται.