Ancient Greek
Stud.Pal. 22 55 Ro
Documentary Papyri, Stud.Pal. 22 55r
Not analysed yet
τῷ ἐπὶ τῶν τόπων βενεφικιαρίῳ τοῦ λαμπροτάτου ἡγεμόνος παρὰ Πακύσεως τοῦ Στοτοήτιος ἱερέως πρώτης φυλῆς θεοῦ Σοκνοπαίου Νήσου. μηνήω Πακῦσιν Σαταβοῦτος ἱερέα ἀπὸ τῆς αὐτῆς κώμης ὑφελόμενον ἀργύρια καὶ ἱματισμὸν καὶ σκεύη πλεῖστα Ταουήτιος Στοτοήτιος τοῦ Ἀπαώπιος ἀπὸ τῆς αὐτῆς κώμης τετελευτηκυίας ἀτέκνου καὶ ἀδιαθέτου καὶ ἀκληρονομήτου ἐν μηδενὶ λόγῳ προσήκοντος αὐτῷ. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτὸν ἐπὶ σὲ καὶ τὸ ἀκόλουθον γενέσθαι. Πακῦσις ἐτῶν νϛ ἄσημος εἰκονίσθη φάμενος μὴ εἰδέναι γράμματα διὰ Ζωσίμου νομογράφου. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Ἁθὺρ ϛ.