Ancient Greek
Stud.Pal. 22 85
Documentary Papyri, Stud.Pal. 22 85
Not analysed yet
Σαραπίων σεσημείωμαι. ἔτους ιγ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ε. Διονυσίῳ καὶ Θέωνι γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐγκτήσεων Ἀρσινοΐτου παρὰ Τεσενούφεως τοῦ Πεθέως τοῦ Αὐλαίου ἀπὸ κώμης Ἀλαβανθίδος τῆς Ἡρακλείδου μερίδος. ὃ ἀπεγραψάμην διʼ ὑμῶν τῇ ἐνεστώση ἡμέρᾳ τρίτον μέρος κοινὸν καὶ ἀδιαίρετον καὶ περιτετειχισμένον ἐμβαδοῦ βίκων τεσσάρων ἐν τῇ προκιμένῃ κώμῃ Ἀλαβανθίδι βούλομαι ἐξοικονομῆσαι Διδύμῳ Ὡρίωνος τοῦ Χαιρή- μονος Ἀρχιστρατείῳ τῷ καὶ Ἀλθαιεῖ ἀπογεγραμμένον διʼ ὑμῶν καθαρὸν ἀπὸ ὀφειλῆς ὑποθήκης παντὸς διεγγυήματος τιμῆς ἀργυρίου δραχμῶν διακοσίων. διὸ ἐπιδίδωμι ὅπως ἐπισταλῇ ὡς καθήκει.