Ancient Greek
Stud.Pal. 22 87
Documentary Papyri, Stud.Pal. 22 87
Not analysed yet
Γαίῳ …μ…ενίῳ ἑκατοντάρχῃ παρὰ Τεσενούφεως Στοτοήτιος δημοσίου γεωργοῦ κώμης Σοκνοπαίου Νήσου. ἔχοντός μου λαχανόσπερμον ἐν τω…μωων αἰγιαλ… ἐδαφῶν καὶ κολοκύνθων εὗρον αὐτὰ καταβεβρωμένα ὑπὸ βοῶν Σαταβοῦτος Μώρου Παν…. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ τὸ δόξαν σοι κελεύσῃς γενέσθαι. διευτύχει. ἔτους ι Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα εὐσεβῶν Σεβαστῶν, Μεσορὴ κβ.