Ancient Greek
Stud.Pal. 22 90
Documentary Papyri, Stud.Pal. 22 90
Not analysed yet
Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τῆς Σ… ἀπὸ κώμης Σοκνοπαίου Νήσου μετὰ κυρίου τοῦ ἀδελφοῦ Στοτοήτιος ἱερέως θεῶν τῆς κώμης. ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι ϛ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καμήλους η καὶ πώλους β πέπρακα τῷ διεληλυθότι μηνὶ Τῦβι Στοτοῆτι τρίτῳ Ἁρπαγάθου ἀπὸ τῆς κώμης καμήλους ε πώλους β καὶ Στοτοήτι πρεσβυτέρῳ Στοτοήτιος ἄλλῳ ἀπὸ τῆς αὐτῆς τοὺς λοιποὺς καμήλους γ. ἐπεὶ οὖν οὐκ ἔχω ἑτέρους καμήλους ἐπιδίδωμι τὸν ἀπολογισμὸν. ἔτους ζ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου …και…