Ancient Greek
Stud.Pal. 22 98
Documentary Papyri, Stud.Pal. 22 98
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι δ. Σαραπίωνι στρατηγῷ καὶ Σερήνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σαταβοῦτος Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι θ ἔτει καμήλων τριῶν πώλων β μετὰ ἀπογραφὴν καὶ ἐξαρίθμησιν διεφθάρη κάμηλος εἷς ,τοὺς δὲ λοιποὺς καμήλους τελείους δ ἀπογράφομαι πρὸς τὸ ἐνεστὸς ι ἔτος ἐπὶ τῆς αὐτῆς κώμης. ἀπεγράφη παρὰ στρατηγῷ· κάμηλοι δ. ι ἔτους Μεχεὶρ δ ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ συμφώνως τῇ αὐτῇ. …συμφώνως. ἐξηριθμήθη παρὰ βασιλικῷ γραμματεῖ συμφώνως.