Ancient Greek
Stud.Pal. 3 115
Documentary Papyri, Stud.Pal. 3.2ed.1 115
Not analysed yet
ἔχομεν ἡμεῖς ἐξ ἀλληλεγγύης Μηνᾶς ὁ καὶ Φανσεμηννη υἱὸς Ἰωαννακίου καὶ ὁ τούτου υἱὸς Παῦλος κάπηλοι ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἀπὸ ἀμφόδου Νυμφαίου σοὶ Ἄπα Ἰουλίῳ χαρτοπράτῃ υἱῷ Γεωργίου ἀπὸ τῆς αὐτῆς πόλεως καθαρῶς καὶ ἀποκρότως χρυσίου νομισμάτια δύο ἥμισυ, χρυσίου νομισμάτια β ἥμισυ ἀρίθμια, καὶ τὴν ἀπόδοσιν αὐτῶν καὶ τελείαν συμπλήρωσιν ποιησόμεθά σοι ἐπὶ καταβολαῖς, τοῦτ’ ἔστιν τῇ μὲν ὀγδόῃ τοῦ εἰσιόντος μηνὸς Μεχεὶρ τῆς παρούσης πρώτης ἰνδικτίωνος νομισμάτιον ἕν, καὶ τῇ εἰκάδι τοῦ μετεισιόντος μηνὸς Φαμενὼθ τῆς αὐτῆς πρώτης ἰνδικτίωνος ἕτερον νομισμάτιον ἕν, καὶ τῇ εἰκάδι τοῦ Φαρμοῦθι μηνὸς τῆς εἰρημένης πρώτης ἰνδικτίωνος τὸ ἄλλο ἥμισυ νομισμάτιον …εὐχαριστίας. ἐγράφη μηνὶ Τῦβι ιε α ἰνδικτίωνος. Χριστόφορος ταβουλάριος …Θεόδωρος γραμματεὺς υἱὸς τοῦ μακαριωτάτου Μουσαίου, μαρτυρῶ τῷδε τῷ ἐνταγίῳ ὡςπρόκειται. δι’ ἐμοῦ Κοσμᾶ σὺν θεῷ διακόνου συμβολαιογράφου.