Ancient Greek
Stud.Pal. 3 118
Documentary Papyri, Stud.Pal. 3.2ed.1 118
Not analysed yet
Φλάουιος Βασίλειος σὺν θεῷ ἐπικείμενος τῆς χειρογραφίας ἐμβολῆς τρίτης ἰνδικτίονος τῷ κυρίῳ Μαγίστορι σὺν θεῷ βοηθῷ τοῦ λογιστηρίου καὶ διαστολεῖ μερίδος Διοσκορίδου τῆς αὐτῆς τρίτης ἰνδικτίονος. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ τῆς σῆς εὐδοκιμήσεως ὑπὲρ συνηθείας τῆς χειρογραφίας τῆς αὐτῆς τρίτης ἰνδικτίονος, τοῦτʼ ἔστιν χρυσοῦ νόμισμα ἓν καὶ κεράτια εἴκοσι δύο τέταρτον μόνα, χρυσοῦ νόμισμα α κεράτια κβ δ μόνα οὕτως· ὑπὲρ τοῦ βοηθοῦ τοῦ λογιστηρίου χρυσοῦ νόμισμα ἓν καὶ κεράτια δώδεκα, ὑπὲρ μερίδος Διοσκορίδου χρυσοῦ κεράτια δέκα τέταρτον, γίνονται ὁμοῦ χρυσοῦ νόμισμα α κεράτια κβ δ, καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι τὴν παροῦσαν ἀπόδειξιν ὡς πρόκειται. σημεῖον Βασιλείου. Φλάουιος Βασίλειος ὁ προγεγραμμένος, στοιχεῖ μοι ἡ ἀπόδειξις ὡς πρόκειται. Ἰσχυρίων Ἰωάννου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος, βαλόντος δὲ τῇ ἰδίᾳ αὐτοῦ χειρὶ τοὺς τρεῖς τιμίους σταυρούς.