Ancient Greek
Stud.Pal. 3 33
Documentary Papyri, Stud.Pal. 3.2ed.1 33
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ Παμοῦν υἱὸς …ὑμέτερος ἀπὸ κώμης Πτολεμαΐδος Ὅρμου τοῦ Ἀρσινοΐτου νομοῦ παρὰ σοῦ ὁμωνύμου …τάτου κτήτορος υἱοῦ Παλατίνου τὸ ἐποφειλόμενον δέξασθαί με παρὰ σοῦ λόγῳ ἀποτροφῆς τῶν ὑμετέρων …ὑπουργούντων εἰς τὴν ἀντλείαν τῶν ὑδάτων ἤτοι ἀρδείαν τῶν ὑμετέρων χωρίων ἓν ῥυπαρὸν νόμισμα λέγω δὴ ὑπὲρ τῆς εἰσιούσης δωδεκάτης ἰνδικτίωνος ἐκ προχρείας εἰς πλῆρες. ἐγράφη ἡ παροῦσα ἀποχὴ μηνὶ Θὼθ ιγ ια ἰνδικτίωνος …ρου νομικοῦ.