Ancient Greek
Stud.Pal. 3 57
Documentary Papyri, Stud.Pal. 3.2ed.1 57
Not analysed yet
ἔσχον ἐγὼ Ἰωάννης Πκερμες υἱὸς Γεροντίου ἀπὸ κώμης Κερκεσούχων τοῦ Ἀρσινοίτου νομοῦ παρὰ σοῦ τοῦ θεοφιλεστάτου Ἀββᾶ Γεωργίου πρεσβυτέρου καὶ ἡγουμένου ὑπὲρ μισθοῦ ἕκτης ἰνδικτίωνος, ὅ ἐστιν χρυσοῦ κεράτια εἴκοσι τρία, γίνονται χρυσοῦ κεράτια κγ μόνα. ἐγράφη μηνὶ Παῦνι ε πέμπτης ἰνδικτίωνος. δι’ ἐμοῦ Φοιβάμμωνος υἱοῦ Ἠλία γραμματέως. Πκερμες νομιτευόμενον νόμισμα α.