Ancient Greek
Stud.Pal. 3 72 bis
Documentary Papyri, Stud.Pal. 3.2ed.1 72A
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ Πουααειε ἐλαιουργὸς υἱὸς Ψούρου ἀπὸ κώμης Εἰκοσιπενταρούρων τοῦ Ἀρσινοΐτου νομοῦ παρ’ ὑμῶν Φλαουίας Διδύμης τῆς ἐνδοξοτάτης γαμετῆς τοῦ τῆς ἐνδόξου μνήμης …γενομένου στρατηλάτου ταύτης τῆς Ἀρσινοϊτῶν πόλεως διὰ Στεφάνου τοῦ λαμπροτάτου ὑμῶν χαρτουλαρίου τὴν τιμὴν τῶν δοθέντων ὑμῖν παρʼ ἐμοῦ σμηγμάτων ἐπὶ τῆς παρούσης τεσσαρασκαιδεκάτης ἰνδικτίωνος εἰς πλῆρες καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ταύτην πεποίημαι τὴν ἀπόδειξιν γραφεῖσαν μηνὶ Χοιὰκ κζ τῆς αὐτῆς τεσσαρασκαιδεκάτης ἰνδικτίωνος δι’ ἐμοῦ Νικήτα.