Ancient Greek
Stud.Pal. 3 80
Documentary Papyri, Stud.Pal. 3.2ed.1 80
Not analysed yet
παρὰ Χριστοδώρου προνοητοῦ …ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ ἐκφορίων τοῦ ἁγίου Ἰωάννου νεοκτίστου ὑπὲρ καρπῶν τρίτης ἰνδικτίωνος σίτου ἀρτάβας τριάκοντα δύο καὶ κριθῶν ἀρτάβας δέκα δίμοιρον καὶ λαχανοσπέρμου ἀρτάβην μίαν, γίνονται κ σίτου ἀρτάβαι λβ κριθῶν ἀρτάβαι ι 𐅷καὶ λαχανοσπέρμου ἀρτάβη α μόναι. ἐγράφη Θὼθ ς γ ἰνδικτίωνος καὶ πρὸς σήν ἀσφάλειαν ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. Χριστόδωρος, στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται.