Ancient Greek
Stud.Pal. 3 90
Documentary Papyri, Stud.Pal. 3.2ed.1 90
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ Νααραοῦς σύμμαχος υἱὸς …αντηὴλ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως οἰκῶν ἐν ἐποικίῳ Κενταύρου παρὰ σοῦ Ἀνδρέου γραμματέως κώμης Ταμαύεως τὰ κατʼ ἔτος διδόμενά μοι παρὰ σοῦ λόγῳ μισθοῦ, λέγω δὴ ὑπὲρ τῆς παρούσης δωδεκάτης ἰνδικτίωνος χρυσίου νομισμάτια δύο ἕκαστον παρὰ κεράτια πέντε, χρυσίου νομισμάτια β ἕκαστον παρὰ κεράτια ε. ἐγράφη μηνὶ Φαῶφι κα δωδεκάτης ἰνδικτίωνος δι’ ἐμοῦ Φῖβ συμβολαιογράφου.