Ancient Greek
Stud.Pal. 3 92
Documentary Papyri, Stud.Pal. 3.2ed.1 92
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ Νααραοῦς σύμμαχος υἱὸς Παπνουθίου παρὰ σοῦ Ἀνδρέου γραμματέως κώμης Ταμαύεως τὰ κατʼ ἔτος διδόμενά μοι παρὰ σοῦ λόγῳ μισθοῦ εἰς τὸν Φαῶφι μῆνα, λέγω δὴ ὑπὲρ τῆς παρελθούσης πεντεκαιδεκάτης ἰνδικτίωνος χρυσίου νομισμάτια δύο ἕκαστον παρὰ κεράτια πέντε, χρυσίου νομισμάτια β ἕκαστον παρὰ κεράτια ε. ἐγράφη μηνὶ Ἐπεὶφ κζ ἀρχῇ πρώτης ἰνδικτίωνος. δι’ ἐμοῦ Φῖβ συμβολαιογράφου.