Ancient Greek
Stud.Pal. 3 164
Documentary Papyri, Stud.Pal. 3.2ed.2 164
Not analysed yet
ἔσχον ἐγὼ Γερόντιος μάγειρος υἱὸς Φιλοξένου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Μοήρεως παρὰ σοῦ Ἰούστου τοῦ λαμπροτάτου οἰκονόμου τῆς ἁγίας ἐκκλησίας τοῦ Ἁγίου Θεοδώρου ἐκ τοῦ ἐμοῦ μισθοῦ, ἧς ποιοῦμαι πρὸς ὑμᾶς τοῦ μαγείρου χρείας, λέγω δὴ τοῦ παρόντος ἐνιαυτοῦ ἀριθμουμένου ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Φαῶφι τῆς παρούσης ὀγδόης ἰνδικτίωνος χρυσίου νομισμάτιον ἓν ἥμισυ ῥυπαρὸν, χρυσίου νομισμάτιον α ἥμισυ ῥυπαρόν. ἐγράφη μηνὶ Φαρμοῦθι ιγ ὀγδόης ἰνδικτίωνος. δι’ ἐμοῦ Ἰούστου συμβολαιογράφου ἀπόδειξις Γεροντίου μαγείρου νομισμάτιον α ἥμισυ