Ancient Greek
Stud.Pal. 3 314
Documentary Papyri, Stud.Pal. 3 314
Not analysed yet
παρὰ τοῦ νοσοκομίου τοῦ Ἁγίου Αμβα Λεοντίου διὰ ἐμοῦ Ἱλαρίωνος προνοητοῦ Κολλούθῳ ἀρχισυμμάχῳ καὶ ἐμφυτευτῇ. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ ὑπὲρ ἐμφυτευτικοῦ τῆς ὁλοκλήρου οἰκίας ἀπὸ Παχὼν α ιδ ἰνδικτίωνος ἕως Παχὼν πεντεκαιδεκάτης ἰνδικτίωνος χρυσοῦ κεράτια ἓξ γίνεται χρυσοῦ κεράτια ϛ μόνα καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαί σοι τὴν παροῦσαν ἀπόδειξιν ὡς πρόκειται. Ἱλαρίων προνοητὴς στοιχεῖ μοι ἡ ἀπόδειξις