Ancient Greek
Stud.Pal. 3 343
Documentary Papyri, Stud.Pal. 3 343
Not analysed yet
…υἱὸς Γεωργίου ἀπὸ χωρίου Θελβὼ τοῦ Ἡρακλεοπολίτου νομοῦ σοὶ Παύλῳ τῷ λαμπροτάτῳ ῥιπαρίῳ υἱῷ τοῦ μακαρίου Ἠλία ……ἐπαγωγὰς κεκίνηκα κατὰ σοῦ χάριν τινῶν μου πραγμάτων ὡς πρὸ ἡμερῶν ταῦτα ἔθηκά σοι ἐπʼ ἐνεχύρῳ καὶ σὺ ……παρὰ σοῦ ὃ καὶ δεδωκα… οὐκ εἰσὶν ἐνέχυρα …καὶ ἐκ τούτου κελεύειν ……ητις ἐκέλευσεν ἐφʼ ᾧ σε καταβαλεῖν μοι σωματικὸν ὅρκον ἐν τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ ὡς ταῦτα ἠγόρασας καὶ οὐκ εἰσὶν ἐνέχυρα …ν τῆς ἐνδοξοτάτου ἀρχῆς ἐντεῦθεν ἤδη κατέβαλάς μοι τὸν τοιοῦτον ὅρκον καὶ τὸ λοιπὸν μηδένα λόγον ἔχειν μὴ ἐμὲ μὴ ἄλλον ὑπὲρ ἐμοῦ πρὸς σὲ …ετερρ περὶ τούτου εἰ δὲ καὶ δόξῃ μοι ἄλλοτε ἐπᾶξαι κατὰ σοῦ περὶ τούτου ὥστε με παρασχεῖν σοι λόγῳ προστίμου χρυσίου νομισμάτια δώδεκα ὀβρυζιακὰ ἐγράφη μηνὶ Φαρμοῦθι …α Παωμᾶς υἱὸς τοῦ μακαρίου Λουλλοῦ ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ Σεουῆρος ἐλέει θεοῦ διάκονος τῆς ἁγίας μεγάλης ἐκκλησίας ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ …διάκονος υἱὸς τοῦ μακαρίου Σενουθίου ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ δι ἐμοῦ Παύλου συμβολαιογράφου