Ancient Greek
Stud.Pal. 3 356
Documentary Papyri, Stud.Pal. 3 356
Not analysed yet
τῷ ἐνδοξοτάτῳ Βίκτωρι υἱῷ τοῦ μακαρίου Ἄπα Ἰουλίου ἀφʼ Ἡρακλεουσπόλεως Καμουλ μείζων υἱὸς Θεοδώρου γενομένου διακόνου ἀπὸ ἐποικίου Τλεσιδος τοῦ Ἡρακλεουσπόλεως νομοῦ. ἔσχον παρʼ ὑμῶν τὸ σιτικὸν δημόσιον τὸ ὀφειλόμενον δοθῆναι ὑμῖν παρʼ ἐμοῦ ὑπὲρ τῆς μηχανῆς …ἥμισυ τέταρτον ὄγδοον ἐνταῦθα διακείμενον ἐν τῷ αὐτῷ ἐποικίῳ ὑπὲρ ἐμβολῆς πέμπτης ἰνδικτίωνος εἰς …ρε…αθη… καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποίημαι ὑμῖν τὴν παροῦσαν ἀπόδειξιν γραφεῖσαν μηνὶ Χοιὰκ ιθ ἰνδικτίωνος δι ἐμοῦ Πέτρου συμβολαιογράφου ἀπόδειξις ἐμβολῆς ἐποικίου Τλεσιδος