Ancient Greek
Stud.Pal. 4 p. 116-117 [260]
Documentary Papyri, Stud.Pal. 4 pg116_117
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …λ ἐκ Ἀφροδείτῃ Βερνίκῃ Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ἐδάνεισεν Λούκιος Βελλῆνος Γέμελλος διὰ Ἐπαγάθου παιδαρίου …οὐλὴ ἀντικνημίωι ἀριστερῶι Χαιρᾷ …ὡς ἐτῶν …κοντα πέντε οὐλὴ σιαγόνι δεξιᾷ καὶ Σοχώτῃ ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ πήχει δεξιῶι ἀμφοτέροις …νιος Πέρσαις τῆς ἐπιγονῆς ἀλληλέγγυοι εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ἃς καὶ εἴληφαν οἱ δεδανεισμένοι παρὰ τοῦ Ἐπαγάθου …κες ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθωσαν οἱ δεδανεισμένοι τῶι Λουκίωι Βελλήνωι Γεμέλλῳ τῷ μηνὶ Παῦνι τοῦ εἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ ἀτοκί· τοῦ δὲ ὑπερπεσόντος …χρόνου συνεχώρουν οἱ δεδανεισμένοι καὶ οἱ παρʼ αὐτῶν ἐκτίσειν τόκον διδραχμιαῖον ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον …τῆς πράξεως οὔσης τῷ Λουκίωι Βελλήνωι Γεμέλλωι …τῶν δεδανεισμένων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀπεσχηκότων τῶν δεδανεισμένων παρὰ Λουκίου Βελλήνου Γεμέλλου τὰ ἐνοίκια τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους ὧν ἔχει παρʼ αὐτῶν ἐν μισθώσει …ἐν ᾧ ἔχουσι οἱ δεδανεισμένοι ἥμισυ …ἐν κώμῃ Εὐημερείᾳ τῆς Θεμίστου μερίδος …ὑπογραφεὺς τῶν δεδανισμένων Ἥρων …Χαιρᾶς καὶ Σοχώτης …ἀμφότεροι Πέρσαι τῆς ἐπιγονῆς καὶ Α… δεδανείσμεθα παρὰ Λουκίου Βελλήνου Γεμμέλλου διὰ Ἐπαγάθου παιδαρίου τὰς τοῦ ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν τεσσαράκοντα ἃς καὶ ἀποδώσομεν τῷ μηνὶ Παῦνι τοῦ εἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους ἀτοκί· τοῦ δὲ ἐντρε… τελέσομεν τὸ ἴσον …ε…ν… μῆνα ἕκαστον καὶ ἀπεσχήκαμεν παρὰ Λουκίου Βελλήνου Γεμέλλου τὰ ἐνοίκια ἀπὸ …ην… ἔτους ὧν ἔχει τα…ο…ιη… ἐν κώμῃ Εὐημερίδι τῆς Θεμίστου μερίδος …πρόκειται ἔγραψα ὑπὲρ αὐτῶν Ἥρων Νειλ… ἀναγέγραπται διʼ Ἀφροδι…ς γραφείου