Ancient Greek
Stud.Pal. 8 1139
Documentary Papyri, Stud.Pal. 8 1139
Not analysed yet
Στέφανος σὺν θεῷ ἰλλούστριος διʼ ἐμοῦ Μαρνίτου ἀντιγεούχου Δαμιανῷ τῷ λαμπροτάτῳ χρυσουποδέκτῃ· παράσχου ἀπὸ προσόδων ἕκτης ἰνδικτίονος Κοσμᾷ σιδηροχαλκεῖ ὁμοίως ὑπὲρ συμπληρώσεως μισθοῦ φύλακος τοῦ προαστίου Πακι ἑορτῶν β Θὼθ καὶ Τῦβι τῆς αὐτῆς ϛ ἰνδικτίονος ἀπὸ Ἀλεξανδρείας νομίσματος α κερατίων κβ, τῶν ἄλλων κερατίων κγ ἤδη δοθέντων αὐτῷ διʼ ἄλλου ἐπιστάλματος ἐπʼ ὀνόματος τοῦ αὐτοῦ Κοσμᾶ ὡς ὑπὲρ μέρους ἀποτριβέντων, τούτων ὀφειλομένων λογισθῆναι τῷ αὐτῷ φύλακι ὑπὲρ τοῦ σιδηροχαλκέως, καὶ ἄλλων κλαπέντων ἐκ τοῦ αὐτοῦ προαστίου τῆς αὐτῆς ϛ ἰνδικτίονος γίνεται διʼ ἀποδείξεως τοῦ αὐτοῦ Κοσμᾶ Ἀλεξανδρείας κεράτια κγ γίνεται Ἀλεξανδρείας κεράτια εἴκοσι τρία μόνα. ἀλλης ὑπογραφῆς δὲ μὴ προφερομένης Τῦβι δ τῆς αὐτῆς ἕκτης ἰνδικτίονος Τῦβι δ ϛ ἰνδικτίονος χρυσοῦ κεράτια εἴκοσι τρία Ἀλεξανδρείας κεράτια κγ Ἀλεξανδρείας Μαρνίτου