Ancient Greek
T.Varie 2
Documentary Papyri, T.Varie 2
Not analysed yet
……καὶ λάκκου καὶ ὑδρεύματος καὶ ξυλικοῦ ὀργάνου ἐξηρτισμένου καὶ βοοστασίου καὶ κυκλευτηρίου καὶ πάντων ἀνηκόντων ἐκεῖσε χρηστηρίων καὶ τὴν εἴσοδον καὶ τὴν ἔξοδον καὶ τῶν ἐκεῖσε εἰδῶν· γείτονες εἰσὶ νότου καὶ βορρᾶ τοῦ σοφωτάτου καὶ εὐλογιμωτάτου σχολαστικοῦ, ἀπηλιώτου …τῆς ἁγίας μεγάλης ἐκκλησίας, λιβὸς γήδια Ἀμμωνίου τέκτονος καὶ Δώρηκος ἢ οἳ ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν ὡς μηδὲν ἡμῖν ἐμοὶ ὑπολιπέσθαι ἐκεῖ ἄπρατον ἀλλὰ τὸ πᾶν παραδεδώκαμέν σοι τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισμάτια τριάκοντα τέσσαρα δίμοιρον, γίνονται δεσποτικὰ ῥυπαρὰ χρυσοῦ νομισμάτια λδ 𐅷ἀπὸ κερατίων κα 𐅵,ἥνπερ τιμὴν αὐτόθι ἀπεσχήκαμεν παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρός σου εἰς χεῖρας ἡμῶν εἰς τὸ ἀπὸ τοῦ νῦν σὲ τὸν ὠνούμενον κρατεῖν καὶ κυριεύειν τῶν πεπραμένων σοι παρʼ ἡμῶν ἀρουρῶν χρᾶσθαι καὶ οἰκονομεῖν χρηματίζειν πωλεῖν μεταπωλεῖν νέμεσθαι καὶ χρήσασθαι περὶ αὐτῶν ἀκωλύτως καὶ ἀνεμποδίστως ἡμῶν βεβαιουμένων πάσῃ βεβαιώσει ἀπὸ παντὸς ἐπελθόντος ἢ ἐπελευσομένου καὶ τέκνων ἡμῶν καὶ κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τούτων καὶ ἐπερωτηθεὶς ὡμολόγηςα