Ancient Greek
TravMém 28 235_3
Documentary Papyri, TravMém 28 235_3
Not analysed yet
ὑπατείας Φλαυίου Ἀπολλωνίου τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηγοῦ καὶ ὑπάτου καὶ τοῦ δηλωθησομένου Φαωφι κα τεσσαρασκαιδεκάτης ἰνδικτίονος ἐν Λύκων πόλει τῇ λαμπρᾷ Φλαυίῳ Νεμεσίωνι Μαξίμου τῷ αἰδεσίμῳ ἀπὸ δρακωναρίων ἀριθμοῦ τῶν γενναιοτάτων Μαύρων τῶν ἐπὶ τῆς Λυκοπολιτῶν παρὰ Αὐρηλίου Παπνουθίου Μακαρίου καμηλαρίου καταμένοντος τὰ νῦν ἐπὶ τῆς Λυκοπολιτῶν· μισθοῦμαι παρὰ σοῦ πρὸς δεκαετῆ χρόνον ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Φαμενωθ τῆς παρελθούσης δωδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσάν σοι δικαίῳ τῆς μακαρίας μνήμης Βικτωρίνης γαμετῆς σου οἰκίαν ᾠκοδομημένην τουτέστιν ἐξέδραν μίαν καὶ κοιτῶνα ἕνα …οπ… ἐν τῇ παραδρομίδι …