Ancient Greek
Tyche 27 (2012), p. 119-125
Documentary Papyri, Tyche 27 120
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ ἐκ δημοσίων νομοῦ. πέπτωκεν ἐπὶ τὴν ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου τῆς νομαρχίας τράπεζαν τοῖς τὸ ἐγκύκλιον πραγματευμένοις δυσὶ Τιβερίοις Κλαυδίοις Ἀντωνίνωι καὶ Ἀμμωνίωι καὶ Χαιρήμονι Ἀπολλωνίου Καισαρείωι τῷ καὶ Ἀλθαιεῖ παρὰ Ταπνεβτύνιος τῆς Λαβήσεως τέλος ἡμίσους μέρους οἰκίας ἐν Τεβτύνει παρὰ Ὤπεως τοῦ Ὤπεως καὶ Ἀλεξᾶτος καὶ Τ…φ…ς καὶ Θαήσεως τῶν τριῶν Ἑριέως. Χαιρήμων σεσημείωμαι. Τιβέριος Κλαύδιος Ἀντωνῖνος διὰ Διοσκ σεσημείωμαι. . …ων χειριστὴς σεσημείωμαι ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ