Ancient Greek
Tyche 29 (2014), p. 99-106
Documentary Papyri, Tyche 29 101
Not analysed yet
……χρυσοῦ νομισμάτων ἀριθμῷ τριῶν παρὰ κεράτια τέσσερα ἑκάστου ζυγῷ δημοσίῳ τῆς αὐτῆς πόλεως, γίνονται ὁμοῦ χρυσοῦ νομίσματα γ παρὰ κεράτια ιβ, ὅπερ ἐνοίκιον ἀποδώσομέν σοι …ἀνυπερθέτως καὶ μετὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀποκαταστήσομέν σοι ὁπόταν βουληθῇς τὴν αὐτὴν οἰκίαν σὺν ταῖς ἐφεστώσαις αὐτῇ θύραις καὶ κλεισὶ καὶ παντὶ δικαίῳ ὡς παρειλήφαμεν …ἑκάστου ἔτους σπανοῦ ἐλαίου ξέστας τεσσαράκοντα ἀνυπερθέτως. τὸ γράμμα ταύτης τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ζαχαρίας, …,πραγματευτής, ὁ προγεγραμμένος, μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος …,ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Θεότεκνος, υἱὸς τοῦ μακαρίου …ίου, μεμίσθωμαι καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκειται. Αὐρήλιος Δωρόθεος …,μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. vac. Αὐρήλιος Κολλοῦθος Ἀνουφίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Διονύσιος Γενναδίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων . μίσθωσις …ίου, καὶ Ζαχαρίου ….