Ancient Greek
Tyche 29 (2014), p. 17-22
Documentary Papyri, Tyche 29 18
Not analysed yet
χμγ ϙθ μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουΐου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος τὸ β, Μεχειρ θ, ϛ ἰνδικτίονος. Φλαουΐῳ Σαραπίωνι Μαρτυρίου στρατιώτῃ ἀριθμοῦ τῶν ἐν Ἑρμουπόλει Μαύρων παρὰ Αὐρηλίου Κολλούθου Παησίου μητρὸς Εὖτος λαχαν… ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ τὸν ἐπικείμενον καρπὸν ἐν τῷ ἀμπελικῷ νεοφυτείῳ διακειμένῳ περὶ πρακτορίαν κώμης …τοῦ Ἑρμοπολίτου νομοῦ πρὸς χρῆσιν ἐμὴν …θίων, φόρου ἑκάστης ἀρούρης …της ἀμπέλου ἕως τῆς …χρυσοῦ νομίσματος δοκίμου ἑνὸς παρὰ κεράτια …ζυγῷ τῆς αὐτῆς πόλεως, ὅνπερ χρυσικὸν φόρον ἀποδώσω σοι ἐν δόσεσι τρισί, τῇ πρώτῃ δόσει τῇ πεντεκαιδεκάτῃ τοῦ …μηνὸς τῆς εἰσιούσης ἑβδόμης ἰνδικτίονος τρίτον, καὶ τῇ δευτέρᾳ δόσει ἐφεξῆς τῇ νεομηνίᾳ τοῦ …μηνὸς ἕτερον τρίτον μέρος, καὶ τῇ τρίτῃ δόσει ὡς …τὸ ὑπόλοιπον τρίτον μέρος εἰς συμπλήρωσιν παντὸς τοῦ χρυσικοῦ φόρου, καὶ ἑτοίμως ἔχειν ἀνα …τοῦ αὐτοῦ νεοφύτου ἐν τῇ πέμπτῃ τοῦ Ἁθυρ μηνὸς …ἀνυπερθέτως καὶ ἑτοίμως ἔχω παρασχεῖν σοι …ὑπὲρ ἑκάστης ἀρούρης σκαμίων δέματα δύο …ὡς ἐὰν γενήται μέχρι λήξεως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κολλοῦθος Παησίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος …τοῦ …ἀπὸ Ἑρμουπόλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …