Ancient Greek
Tyche 30 (2015), p. 231-233 no. 810
Documentary Papyri, Tyche 30 232
Not analysed yet
Χάρης Σαβείνου νομογράφος κώμης Φιλαδελφείας Γαίῳ Ἰουλίῳ Μαρείνῳ χαίρειν. ἔσχον παρὰ σοῦ τέλος οὗ πέπρακέν σοι ἡ μήτηρ σου Ἰουλία Ι… κατὰ χάριν ἀναφαίρετον ἡμίσους μέρους δουλικῶν σωμάτων δύο Σοηροῦτος καὶ Εὐτυχῆτος, καὶ διαγράψω καὶ ἐνεγκῶ τὸ σύμβολον. ἔτους ζ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν μεγίστων …α