Ancient Greek
Tyche 31 (2016), p. 205-225
Documentary Papyri, Tyche 31 216
Not analysed yet
……τῇ μιᾷ καὶ εἰκάδι τοῦ ἐνεστῶτος μηνὸς τὸν κράτιστον ἡγεμόνα γεγραφηκέναι τῷ ἐπάρχῳ ἡμῶν ὡς περὶ τῶν σημειοφόρων τὸν κοιλάναντα ἀπὸ δηποσίτων ἢ ἀπὸ λόγου Καίσαρος θεῖναι τὸν τόπον, τὸν δὲ μὴ κοιλάναντα μένειν ἐν τοῖς ἰδίοις τόποις. ὅπερ πείθομαι μήτε ἐμὲ μήτε ἄλλον τῶν κολληγῶν μου παρὰ ὀβολὸν ἕνα γεγονέναι, ἀλλὰ πάντες πλήρεις εἰσίν. διὸ …ιγ…ις Διογενίδι καὶ …ἔτι καὶ Γαίῳ καὶ Σατρίῳ …τα…π…ης γρα…αιπι…α ὅτι ἀπ…σπασ… ἐμοῦ λυπούμενος. ἀσπάζομαι τοὺς φιλοῦντας ἡμᾶς πάντας. ἐρρῶσθαι ὑμᾶς εὔχομαι διὰ βίου. Φαμενὼθ κβ.