Ancient Greek
Tyche 35 (2020), p. 195-217
Documentary Papyri, Tyche 35 196
Not analysed yet
Πουβλίῳ Καλουισίῳ Πατροφίλῳ τῷ κρατίστῳ δικαιοδότῃ παρὰ Παμφίλου τοῦ καὶ Σωκράτους καὶ Σωτηρίχου τοῦ καὶ Διοσκουρίδου καὶ Ἀνουβιανίης τῆς καὶ Ἀχιλλίδος τῶν γ Ἀσκληπιάδου τοῦ Παμφίλου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως διὰ τοῦ διαπεμφθέντος Πτολεμαίου Διοδώρου φίλου. διὰ τὸ ἡμᾶς νεωτέρους εἶναι καὶ τῆς σῆς ἐπ’ ἄκρον μισοπονηρίας δεόμενοι, κύριε, διεπεμψάμεθά σοι τὴν ἀξίωσιν ταύτην δηλοῦντες τὸ ἐξ ἀρχῆς. ἡνίκα γὰρ περιῆν ὁ προγεγραμμένος ἡμῶν πατὴρ ἐδανείσατο παρὰ Καπετωλείνου Διοδώρου ἀργυρίου δραχμὰς τρεισχιλίας πεντακοσίας ἔτι ἀπὸ τοῦ τετάρτου ἔτους θεοῦ Ἁδριανοῦ, καὶ ὕστερον τῷ θ ἔτει ὁ αὐτὸς πατὴρ ἀπέδοτο ἀπὸ μὲν τοῦ κεφαλαίου ἀργυρίου δραχμὰς Αψ καὶ τ…ς τοὺς πλήρης τόκους τοῦ ὅλου κεφαλαίου ὡς ἐκ δραχμῶν Γφ κεφαλαίου ὀφείλεσθαι αὐτῷ δραχμὰς Αω, καὶ μετὰ ταῦτα …ἐφʼ ὅσον περιῆν μὲν ὁ πατὴρ ἀπεδίδου εἰς τόκον κατὰ μέρος, τελευτήσαντος δ ̓ αὐτοῦ τῷ κ ἔτει καὶ ἡμεῖς ἀπεδίδομεν μέχρι τούτου καθὸ δύναμις ὑπῇ. ἐπεί οὖν καὶ ὁ προγεγραμμένος Καπιτωλεῖνος ἐτελεύτα ἐπὶ κληρονόμῳ ἀδελφῷ αὐτοῦ Πτολεμαίῳ ἔτι πάλαι Πτολεμαίῳ, καὶ τούτῳ δὲ ὡσαύτως ἀπεδίδομεν ὡς συνάγεσθαι ἅς τε ὁ πατὴρ ἡμῶν ἀπέδοτο εἰς τόκον τῶν προκειμένων δραχμῶν Αω καὶ ἃς ἡμεῖς ὑπὲρ τῶν αὐτῶν, ἐπὶ τὸ αὐτὸ συνάγεσθαι ὑπὲρ τόκου ἀργυρίου δραχμὰς Δϡ καὶ πρός. ὁ δὲ Πτολεμαῖος παραλογίζεται, τὴν δὲ τῷ θ ἔτει θεοῦ Ἁδριανοῦ ε… ἐπαρχο…σιουι…μα στέρεσθαι …φιλουανδ… κρα… πα… ἁθὺρ …μενων ……ἵνα δυνηθῶμεν …ποιήσεται ……απο τ… …παντ… …ται… …τσ… …υπερ α… …ποδ…