Ancient Greek
Tyche 36 (2021), p. 109-114
Documentary Papyri, Tyche 36 111
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τετάρτου, Φαῶφι κ, πέμπτης ἰνδικτιῶνος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Αὐρήλιος Ἰωσήφιος υἱὸς Ἀνούφιος μητρὸς Στεφανοῦτος μίσθιος οἰκοδόμων ὁρμώμενος ἀπὸ τῆς Ἀντινοέων Αὐρηλίῳ Ταυρίνῳ …ωνος οἰκοδόμῳ ὁρμωμένῳ καὶ αὐτῷ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωσήφιος μίσθιος οἰκοδόμων διὰ ταύτης μου τῆς ἐγγράφου ὁμολογίας ἑτοίμως ἔχειν ἐργάσασθαί σοι τὴν μισθίων τῶν οἰκοδόμων τέχνην ἐφ’ ἐνιαυτὸν ἕνα, λογιζόμενον ἀπὸ τῆς προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶν Φαῶφι εἰκὰς τῆς παρούσης πέμπτης ἰνδικτιῶνος, ἐν ταύτῃ τῇ Ἀντινοέων πόλει …,καὶ δέξασθαι με παρὰ σοῦ λόγῳ μισθοῦ …ὁμολογία Ἰωσηφίου …