Ancient Greek
Tyche 36 (2021), p. 67-69 no. 2
Documentary Papyri, Tyche 36 68_2
Not analysed yet
Αὐρηλίῳ Σακαῶνι Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφείας παρὰ Αὐρηλίου Ἐκύσεως Ἀιώνεως ἀπὸ ἐποικίου Σουχᾶ. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι αἶγας τελείας εὐαρέστους εἴκοσι ἀθανάτους ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμουθι τοῦ ἐνεστῶτος ιβ ἔτους καὶ ι ἔτους καὶ β ἔτους ϛ ἰνδικτίωνος …ν ὑπὲρ φόρου ἐπιγονῆς …ἐρίφια ἑπτὰ θηλυκὰ καὶ ἀρσενικὰ …καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλείπειν τὴν μίσθωσιν κατ’ οὐδένα τρόπον, τῆς νομῆς καὶ χλωροφαγίας καὶ …καὶ γονῆς ἢ καί, ὃ μὴ εἴοιτο, θανάτου καὶ ἐπιμελείας καὶ φροντίδος οὔσης πρὸς ἐμὲ τὸν μεμισθωμένον, τὸν δὲ κατ’ ἔτος φόρον τουτέστιν τὰ ἐρίφια ἑπτὰ ἀποδώσω ἀκοιλάντως ἀνυπερθέτως καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς αἶγας ἀθανάτους καθὼς κἀγὼ παρέλαβον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …