Ancient Greek
Tyche 37 (2022), p. 93-96
Documentary Papyri, Tyche 37 94
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ …ενῃ σημειοφόρῳ ἀναφερομένῳ ἐν τῇ …παρεμβολῇ, Αὐρήλιος Ἑρμαῖος Δίου ἀπὸ κώμης …τοῦ Ἀντινοΐτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει ἀτοκί ἁπλᾶ …ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα πέντε καὶ δραχμὰς τρισχιλίας, τάλαντα ε δραχμὰς Γ, ἐπὶ μῆνας …εἰς ἀπόδοσιν ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι ἕως …τοῦ ἐνεστῶτος ἔτους, οὐδὲν τῷ καθόλου προσεγράφη. εἰ δὲ μὴ ἀποδώσω εἴσω τῆς ἐγγεγραμμένης προθεσμίας τοῦ ὑπερπίπτοντος χρόνου τόκους δραχμιαίους ἐξακολουθήσω ἑκάστῃ μνᾷ …κατὰ μῆνα ἕκαστον, γινομένης σου …