Ancient Greek
Tyche 39 (2024), p. 41-43 no. 3
Documentary Papyri, Tyche 39 41_3
Not analysed yet
Διονυσόδωρος Ζωίλωι σιτολόγωι χαίρειν. μέτρησον ἐν Καρανίδι διὰ ἐπιτηρητοῦ καὶ δεκανοῦ Ὀννώφρεως τοῦ Ἀκουσιλάου αὐτῶι σὺν Πανείλωτι Ὀννώφρεως καὶ Μεστασύτμει Πτόλλιδος καὶ Σαταβοῦτι Μεστασύτμεως καὶ Πετεῦτι Πετοβάστεως καὶ Πεκμήιτι Ἀγαθοκλέους καὶ Ἀγχορίμφει Ἔρωτος καὶ Πεθεῦτι Ὀρνίνιτος καὶ Ἁρπαήσει Πάσιτος καὶ Ἁρπαγάθηι Ὀννώφρεως εἰς τη… σπερματ- κατασπορα- ιγ ἔτους ὧν γεωργοῦσι ἐν τῇ καρποφόρωι οὐσίαι περὶ Καρανίδα ἀρουρῶν ρ πυροῦ ἀρτάβας δρόμωι ρ αἳ χαλκῶι ρκη καὶ λαβὲ ἀποχήν. ἔτους ιγ Τιβερίου Καίσαρος Σεβαστοῦ Χοιακ κϛ. Ἡλιόδωρος βασιλικὸς γραμματεὺς σεσημείωμαι ἔτους ιγ Τιβερίου Καίσαρος Xοιακ κϛ.