Ancient Greek
UPZ 1 106
Documentary Papyri, Upz 1 106
Not analysed yet
βασιλεὺς Πτολεμαῖος ὁ ἐπικαλούμενος Ἀλέξανδρος καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ τῶι στρατηγῶι τοῦ Μεμφίτου καὶ τῶι φρουράρχωι καὶ τῶι ἐπιστάτηι τῶν φυλακιτῶν καὶ ἀρχιφυλακίτηι καὶ τῶι ἐπὶ τῶν προσόδων καὶ βασιλικῶι γραμματεῖ καὶ τοῖς ἐπιστάταις τῶν ἱερῶν καὶ ἀρχιερεῦσι καὶ τοῖς ἄλλοις τοῖς τὰ βασιλικὰ πραγματευομένοις χαίρειν. τῆς δεδομένης ἡμῖν ἐντεύξεως ὑπὸ Πετήσιος, περὶ ὧν προφέρεται παρʼ ἕκαστον σκύλλεσθαι ὑπʼ ἐνίων, ἀντίγραφον ὑπόκειται. γινέσθω οὖν ἕκαστα καθάπερ ἀξιοῖ. ἔρρωσθε. ἔτους ιϛ Δίου κθ Θῶυθ κθ. βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι καὶ βασιλίσσηι Βερενίκηι τῆι ἀδελφῆι θεᾶι Φιλαδέλφωι χαίρειν Πετῆσις Χενούφιος ἀρχενταφιαστὴς Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν ἀειζώων μεγίστων. χρείας πλείους καὶ ἀναγκαίας παρεχόμενος τοῖς προγεγραμμένοις θεοῖς τὰς χεῖρας αὐτοῖς προσφέρων καὶ τὰς ὑπὲρ ὑμῶν, μέγιστοι θεοὶ καὶ νικηφόροι, εὐχὰς καὶ θυσίας ἐπιτελῶν διδόναι ὑμῖν ὑγίειαν νίκην κράτος σθένος κυριείαν τῶν ὑπὸ τὸν οὐρανὸν χωρῶν, σκυλλόμενος δὲ καὶ διασειόμενος παρʼ ἕκαστον εἰκῇ καὶ ὡς ἔτυχεν ὑπό τινων ἐπὶ τῶν τόπων, τὴν ἐφʼ ὑμᾶς καταφυγὴν πεποίημαι καὶ ἀξιῶ δεόμενος ἐὰν δοκῆι, προστάξαι Φιλοκράτει τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι ἐκδοῦναι περὶ ἐμοῦ καὶ τῆς οἰκίας μου ἐντολὴν περιέχουσαν μηθενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς αὐτὴν μηδʼ ἐκ ταύτης περισπᾶν κατὰ μηδένα τρόπον μηδὲ διασείειν με μηδʼ ἐπιβάλλειν μοι τὰς χεῖρας καί, ἐὰν δοκῆι, ἐπʼ αὐτῆς δὲ τῆς οἰκίας μου προθεῖναι ἐν λευκώματι καὶ τῶι βασιλικῶι γραμματεῖ προσφωνηθῆναι, ἵνα τυχὼν τῆς παρʼ ὑμῶν φιλανθρωπίας ἐπιτελῶ τὰς τῶν θεῶν λειτουργίας. εὐτυχεῖτε.